Ancient Greek
Fragmentum Epistolae [= 89b]
Julian the Emperor, Epistulae 14
Not analysed yet
Πρέποι δ’ ἂν ἡμῖν ἱστορίαις ἐντυγχάνειν, ὁπόσαι συνεγράφησαν ἐπὶ πεποιημένοις τοῖς ἔργοις· ὅσα δέ ἐστιν ἐν ἱστορίας εἴδει παρὰ τοῖς ἔμπροσθεν ἀπηγγελμένα πλάσματα παραιτητέον, ἐρωτικὰς ὑποθέσεις καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα. καθάπερ γὰρ οὐδὲ ὁδὸς πᾶσα τοῖς ἱερωμένοις ἁρμόττει, τετάχθαι δὲ χρὴ καὶ ταύτας, οὕτως οὐδὲ ἀνάγνωσμα πᾶν ἱερωμένῳ πρέπει. ἐγγίνεται γάρ τις τῇ ψυχῇ διάθεσις ὑπὸ τῶν λόγων, καὶ κατ’ ὀλίγον ἐγείρει τὰς ἐπιθυμίας, εἶτα ἐξαίφνης ἀνάπτει δεινὴν φλόγα, πρὸς ἣν οἶμαι χρὴ πόρρωθεν παρατετάχθαι.