Ancient Greek
Μαξίμῳ φιλοσόφῳ
Julian the Emperor, Epistulae 3-3
Not analysed yet
Πολλὰ γοῦν ἐπέρχεταί μοι πρὸς τούτοις, ἀλλὰ χρὴ ταμιεύσασθαί τινα καὶ τῇ παρουσίᾳ τῇ σῇ. δεῦρο οὖν, τοὺς θεούς σοι, τὴν ταχίστην, εἴτε δύο εἴτε πλείοσι χρησάμενος ὀχήμασιν. ἀπέστειλα δὲ καὶ δύο τῶν πιστοτάτων ὑπηρετῶν, ὧν ὁ μὲν εἷς ἄχρι τοῦ στρατοπέδου παραπέμψει σε· ἕτερος δὲ ἐξεληλυθέναι σε καὶ ἥκειν ἤδη μηνύσει· πότερον δὲ ὑπὸ ποτέρου γενέσθαι θέλεις αὐτὸς τοῖς νεανίσκοις σήμηνον.