Ancient Greek
Letter 34
Julian the Emperor, Epistulae 34.1
Not analysed yet
Ἐδεξάμην ὅσα ἐπέστειλεν ἡ σὴ φρόνησις ἀγαθὰ καὶ καλὰ παρὰ τῶν θεῶν ἡμῖν ἐπαγγέλματα καὶ δῶρα· καὶ πολλὴν ὁμολογήσας χάριν τοῖς οὐρανίοις θεοῖς ἐν δευτέρῳ τῇ σῇ μεγαλοψυχίᾳ χάριν ἔσχον, ὅτι καὶ προσλιπαρεῖν ὑπὲρ ἡμῶν τοὺς θεοὺς ἐν τοῖς μάλιστα προθυμῇ καὶ τὰ φανέντα παρ’ αὑτῇ ἀγαθὰ διὰ ταχέων ἡμῖν καταμηνύειν σπουδάζεις.