Ancient Greek
Θεοδώρᾳ τῇ αἰδεσιμωτάτῃ.
Julian the Emperor, Epistulae 1-31
Not analysed yet
Τὰ πεμφθέντα παρὰ σοῦ βιβλία πάντα ὑπεδεξάμην καὶ τὰς ἐπιστολὰς ἄσμενος διὰ τοῦ βελτίστου Μυγδονίου. καὶ μόγις ἄγων σχολήν, ὡς ἴσασιν οἱ θεοί, οὐκ ἀκκιζόμενος λέγω, ταῦτα ἀντέγραψα πρός σε. σὺ δὲ εὖ πράττοις καὶ γράφοις ἀεὶ τοιαῦτα.