Ancient Greek
Fragment 168
Julian the Emperor, Poematia et fragmenta 168
Not analysed yet
Ἰουλιανοῦ Καίσαρος τοῦ παραβάτου εἰς οἶνον ἀπὸ κριθῆς. Τίς πόθεν εἶς, Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον οὔ σ' ἐπιγιγνώσκω· τὸν Διὸς οἶδα μόνον. Κεῖνος νέκταρ ὄδωδε, σὺ δὲ τράγου· ἦ ῥά [νύ] σε Κελτοὶ τῇ πενίῃ βοτρύων τεῦξαν ἀπ' ἀσταχύων. Τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον, πυρογενῆ μᾶλλον καὶ βρόμον, οὐ Βρόμιον.