Ancient Greek
Fragment 177
Julian the Emperor, Poematia et fragmenta 177
Not analysed yet
Πρὸς ζωγράφον. Εἰ μὲν μὴ εἶχον καὶ ἐχαρίσω μοι, συγγνώμης ἦσθα ἄξιος· εἰ δὲ εἶχον μέν, οὐκ ἐχρησάμην δέ, τοὺς θεοὺς ἔφερον, μᾶλλον δὲ ὑπὸ τῶν θεῶν ἐφερόμην. Σύ μοι ἀλλότριον σχῆμα πῶς ἐδίδους, ἑταῖρε; οἷόν με εἶδες, τοιοῦτον καὶ γράψον.