Ancient Greek
Section 10
Julian the Emperor, Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον 10
Not analysed yet
τὸ μέγιστον δὲ μικροῦ με διέφυγεν εἰπεῖν, ὅτι τούτων ἁπάντων ἄρχειν ἐκ παίδων διδασκόμενος, ἄρχεσθαι κρεῖττον ἔμαθες, ἀρχῇ τῇ πασῶν ἀρίστῃ καὶ δικαιοτάτῃ, φύσει τε καὶ νόμῳ, σαυτὸν ὑποτιθείς· πατρὶ γὰρ ὑπήκουες ἅμα καὶ βασιλεῖ· ὧν εἰ καὶ θάτερον ὑπῆρχεν ἐκείνῳ μόνον, ἄρχειν αὐτῷ πάντως προσῆκον ἦν. καίτοι τίνα ποτʼ ἄν τις ἐξεύροι βασιλικὴν τροφὴν καὶ παιδείαν ἀμείνω ταύτης πάλαι γενομένην; οὔτε γὰρ Λακεδαιμόνιοι τῶν Ἑλλήνων, οἵπερ δὴ δοκοῦσιν ἀρίστης ἀρχῆς τῆς τῶν βασιλέων μεταλαβεῖν, οὕτω τοὺς Ἡρακλείδας ἐπαίδευον, οὔτε τῶν βαρβάρων οἱ Καρχηδόνιοι, βασιλευόμενοι διαφερόντως, τῆς ἀρίστης ἐπιμελείας τὸν ἄρξοντα σφῶν ἠξίουν· ἀλλὰ πᾶσιν ἦν κοινὰ τὰ παρὰ τῶν νόμων τῆς ἀρετῆς γυμνάσια καὶ τὰ παιδεύματα, καθάπερ ἀδελφοῖς τοῖς πολίταις ἄρξειν τε καὶ ἀρχθήσεσθαι μέλλουσι, καὶ οὐδὲν διάφορον προσῆν εἰς παιδείας λόγον τοῖς ἡγεμόσι τῶν ἄλλων. καίτοι πῶς οὐκ εὔηθες ἀπαιτεῖν μὲν ἀρετῆς μέγεθος ἀνυπέρβλητον παρὰ τῶν ἀρχόντων, προνοεῖν δὲ μηδέν, ὅπως ἔσονται τῶν πολλῶν διαφέροντες; καὶ τοῖς μὲν βαρβάροις, ἅπασιν ἐν κοινῷ τῆς ἀρχῆς ταύτης προκειμένης, τὸ τὴν ἐπιμέλειαν τῶν ἠθῶν ὁμοίαν γίγνεσθαι παράσχοι συγγνώμην· τὸν Λυκοῦργον δὲ τοῖς ἀφʼ Ἡρακλέους ἀστυφέλικτον τὴν βασιλείαν διαφυλάττοντα μηδεμίαν ὑπεροχὴν ἐν ταῖς ἐπιμελείαις τῶν νέων εὑρόντα σφόδρα ἄν τις εἰκότως μέμψαιτο. οὐδὲ γὰρ εἰ πάντας Λακεδαιμονίους ἀθλητὰς ἀρετῆς καὶ τροφίμους ᾤετο δεῖν εἶναι, τῆς ἴσης ἀξιοῦν ἐχρῆν τροφῆς καὶ παιδείας τοὺς ἰδιώτας τοῖς ἄρξουσιν. ἡ γὰρ τοιαύτη κατὰ μικρὸν παραδυομένη συνήθεια ταῖς ψυχαῖς ἐνέτεκεν ὑπεροψίαν τῶν κρειττόνων· ὅλως γὰρ οὐδὲ κρείττονας νομιστέον τοὺς οὐ δι’ ἀρετὴν πρωτεύειν λαχόντας. τοῦτο δὲ οἶμαι καὶ Σπαρτιάτας χαλεπωτέρους ἀρχθῆναι τοῖς βασιλεῦσι παρεῖχε πολλάκις. χρήσαιτο δʼ ἄν τις σαφεῖ τεκμηρίῳ τῶν ῥηθέντων τῇ Λυσάνδρου πρὸς Ἀγησίλαον φιλοτιμίᾳ καὶ ἄλλοις πλείοσιν, ἐπιὼν τὰ πεπραγμένα τοῖς ἀνδράσιν. Ἀλλὰ τοῖς μὲν ἡ πολιτεία τὰ πρὸς ἀρετὴν ἀρκούντως παρασκευάζουσα, εἰ καὶ μηδὲν διαφέρον ἐπιτηδεύειν ἐδίδου τῶν πολλῶν, ἀλλὰ τὸ καλοῖς κἀγαθοῖς ὑπάρχειν παρεῖχεν ἀνδράσι· Καρχηδονίων δὲ οὐδὲ τὰ κοινὰ τῶν ἐπιτηδευμάτων ἐπαινεῖν ἄξιον. ἐξελαύνοντες γὰρ τῶν οἰκιῶν οἱ γονεῖς τοὺς παῖδας ἐπέταττον εὐπορεῖν διὰ τῶν πόνων τῶν πρὸς τὴν χρείαν ἀναγκαίων, τὸ δρᾶν τι τῶν δοκούντων αἰσχρῶν ἀπαγορεύοντες. τὸ δὲ ἦν, οὐ τὴν ἐπιθυμίαν ἐξελεῖν τῶν νέων, ἀλλὰ λαθεῖν πειρᾶσθαι τι δρῶντα προστάττειν. πέφυκε γὰρ οὐ τρυφὴ μόνον ἦθος διαφθείρειν, ἀλλὰ καὶ ἡ τῶν ἀναγκαίων ἐνδεὴς δίαιτα, ἐφʼ ὧν οὔπω τὸ κρίνειν ὁ λόγος προσλαβὼν ἕπεται ταῖς χρείαις ὑπὸ τῆς ἐπιθυμίας ἀναπειθόμενος, ἄλλως τε εἰ καὶ τούτου μὴ κρατοίη τοῦ πάθους, πρὸς χρηματισμὸν ἐκ παίδων συνεθιζόμενος καί τινας ἀμοιβὰς ἐμποριῶν καὶ καπηλείας τὰς μὲν αὐτὸς εὑρὼν τὰς δὲ παρὰ τῶν εἰδότων μαθών, ὑπὲρ ὧν οὐ λέγειν μόνον, ἀλλʼ οὐδὲ ἀκούειν ἄξιον ἐλευθέρῳ παιδί, πλείστας ἂν κηλῖδας ἐναπόθοιτο τῇ ψυχῇ, ὧν πασῶν καθαρὸν εἶναι χρὴ καὶ τὸν ἐπιεικῆ πολίτην, ἀλλʼ οὐ τὸν βασιλέα καὶ στρατηγὸν μόνον.