Ancient Greek
Paragraph 11
Julian the Emperor, Κατὰ Γαλιλαίων 11
Not analysed yet
Ὅ γε μὴν Πλάτων ἄκουε περὶ τοῦ κόσμου τί φησιν. Ὁ δὴ πᾶς οὐρανὸς ἢ κόσμος—ἢ καὶ ἄλλο, ὅ τί ποτε ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω—πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπʼ ἀρχῆς τινος ἀρξάμενος; γέγονεν· ὁρατὸς γὰρ ἅπτος τέ ἐστι καὶ σῶμα ἔχων. πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, τὰ δὲ αἰσθητά, δόξῃ περιληπτὰ μετὰ αἰσθήσεως, γιγνόμενα καὶ γεννητὰ ἐφάνη οὕτως οὖν κατὰ τὸν λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.