Ancient Greek
Paragraph 43
Julian the Emperor, Κατὰ Γαλιλαίων 43
Not analysed yet
Ἀλλὰ γενόμενος ἄνθρωπος τίνων ἀγαθῶν αἴτιος κατέστη τοῖς ἑαυτοῦ συγγενέσιν; οὐ γὰρ ἠθέλησαν, φασίν, ὑπακοῦσαι τοῦ Ἰησοῦ. τί δέ; ὁ σκληροκάρδιος καὶ λιθοτράχηλος ἐκεῖνος λαὸς πῶς ὑπήκουσε τοῦ Μωυσέως· Ἰησοῦς δέ, ὁ τοῖς πνεύμασιν ἐπιτάττων καὶ βαδίζων ἐπὶ τῆς θαλάσσης καὶ τὰ δαιμόνια ἐξελαύνων, ὡς δὲ ὑμεῖς λέγετε, τὸν οὐρανὸν καὶ τὴν γῆν ἀπεργασάμενος—οὐ γὰρ δὴ ταῦτα τετόλμηκέ τις εἰπεῖν περὶ αὐτοῦ τῶν μαθητῶν, εἰ μὴ μόνος Ἰωάννης οὐδὲ αὐτὸς σαφῶς οὐδὲ τρανῶς· ἀλλ’ εἰρηκέναι γε συγκεχωρήσθω— οὐκ ἠδύνατο τὰς προαιρέσεις ἐπὶ σωτηρίᾳ τῶν ἑαυτοῦ φίλων καὶ συγγενῶν μεταστῆσαι;