Ancient Greek
Section 23
Julian the Emperor, Μισοπώγων 23
Not analysed yet
ἀλλ’, εἰ δοκεῖ, σπεισώμεθα πρὸς αὐτὸν ἐγώ τε καὶ ὑμεῖς τὴν ἀπέχθειαν λύσαντες. οὔτε γὰρ ἠπίστατο πρὸς ὑμᾶς ἀφιξόμενον οὔτ’, εἰ τὰ μάλιστα φοιτᾶν μέλλοιμι, ὅτι καὶ ἄρχων προσεδόκα, καὶ τοσαύτην ἀρχήν, ὅσην ἔδωκαν οἱ θεοί, πολλὰ ὁμοῦ βιασάμενοι, πείσθητέ μοι, καὶ τὸν διδόντα καὶ τὸν δεχόμενον. ἐῴκει γὰρ ἡμῶν οὐδέτερος ἐθέλειν οὔτε ὁ διδοὺς τὴν τιμὴν ἢ χάριν ἢ ὅ, τι φίλον ὑμῖν αὐτὸ ὀνομάζειν δοῦναι, καὶ ὁ λαμβάνων, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἀληθῶς ἠρνεῖτο. καὶ δὴ τοῦτο μὲν ὅπῃ τοῖς θεοῖς φίλον ἔχει τε καὶ ἕξει. τυχὸν δὲ ὁ παιδαγωγὸς εἰ προύγνω τοῦτο, πολλὴν ἂν ἐποιήσατο προμήθειαν, ὅπως ὅ, τι μάλιστα ὑμῖν φανείην κεχαρισμένος. Εἶτα οὐκ ἔξεστιν ἀποθέσθαι νῦν καὶ μεταμαθεῖν εἴ τι πρότερον ἡμῖν ἄγροικον ἦθος ἐνετράφη; Ἔθος, φασί, δευτέρη φύσις· φύσει μάχεσθαι δ’ ἔργον, ἐτῶν τριάκοντα μελέτην ἀφεῖναι παγχάλεπον ἄλλως τε καὶ μετὰ τοσαύτης ἐγγενομένην τῆς χαλεπότητος· ἐμοὶ δὲ ἤδη πλείω τούτων ἐστίν.