Ancient Greek
Section 40
Julian the Emperor, Μισοπώγων 40
Not analysed yet
Ἀλλ’ ὁπόσα μὲν κοινῇ πρὸς πάντας πεποίηται τοὺς ἀρχομένους ὑπ’ ἐμοῦ, πρέποι ἂν σιωπᾶν, ἵνα μὴ δοκοίην ὥσπερ ἐξεπίτηδες αὐτοπρόσωπος ἐπαίνους ᾄδειν ἐμαυτοῦ, καὶ ταῦτα ἐπαγγειλάμενος πολλὰς καὶ ἀσελγεστάτας ὕβρεις καταχέαι· τὰ δὲ ἰδίᾳ μοι πρὸς ὑμᾶς πεποιημένα προπετῶς μὲν καὶ ἀνοήτως, ἥκιστα δὲ ὑφ’ ὑμῶν ἄξια ἀχαριστεῖσθαι, πρέποι ἂν οἶμαι προφέρειν ὥσπερ τινὰ ἐμὰ ὀνείδη τοσούτῳ τῶν ἔμπροσθεν χαλεπώτερα, τοῦ τε αὐχμοῦ τοῦ περὶ τὸ πρόσωπον καὶ τῆς ἀναφροδισίας, ὅσῳ καὶ ἀληθέστερα ὄντα τῇ ψυχῇ μάλιστα προσήκει. καὶ δὴ πρότερον ἐπῄνουν ὑμᾶς ὡς ἐνεδέχετό μοι φιλοτίμως οὐκ ἀναμείνας τὴν πεῖραν οὐδ’ ὅπως ἕξομεν πρὸς ἀλλήλους ἐνθυμηθείς, ἀλλὰ νομίσας ὑμᾶς μὲν Ἑλλήνων παῖδας, ἐμαυτὸν δέ, εἰ καὶ γένος ἐστί μοι Θρᾴκιον, Ἕλληνα τοῖς ἐπιτηδεύμασιν ὑπελάμβανον, ὅτι μάλιστα ἀλλήλους ἀγαπήσομεν. ἓν μὲν δὴ τοῦτο ἔστω μοι τῆς προπετείας ὄνειδος. ἔπειτα πρεσβευσαμένοις ὑμῖν παρ’ ἐμὲ καὶ ἀφικομένοις ὑστέροις οὐ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ Ἀλεξανδρέων τῶν ἐπ’ Αἰγύπτῳ, πολὺ μὲν ἀνῆκα χρυσίον, πολὺ δ’ ἀργύριον, φόρους δὲ παμπληθεῖς ἰδίᾳ παρὰ τὰς ἄλλας πόλεις, ἔπειτα τοῦ βουλευτηρίου τὸν κατάλογον διακοσίοις βουλευταῖς ἀνεπλήρωσα φεισάμενος οὐδενός. ἐσκόπουν γὰρ ὅπως ἡ πόλις ὑμῶν ἔσται μείζων καὶ δυνατωτέρα. Δέδωκα οὖν ὑμῖν καὶ ἀπὸ τῶν ἐπιτροπευσάντων τοὺς θησαυροὺς τοὺς ἐμοὺς καὶ ἀπὸ τῶν ἐργασαμένων τὸ νόμισμα τοὺς πλουσιωτάτους ἑλομένοις ἔχειν· ὑμεῖς δ’ ἐκείνων μεν οὐ τοὺς δυναμένους εἵλεσθε, λαβόμενοι δὲ τῆς ἀφορμῆς εἰργάσασθε παραπλήσια πόλει μὲν οὐδαμῶς εὐνομουμένῃ, πρέποντα δ’ ὑμῶν ἄλλως τῷ τρόπῳ. βούλεσθε ἑνὸς ὑμᾶς ὑπομνήσω; βουλευτὴν ὀνομάσαντες, πρὶν προσγραφῆναι τῷ καταλόγῳ, μετεώρου τῆς δίκης οὔσης, ὑπεβάλετε λειτουργίᾳ τὸν ἄνθρωπον. ἄλλον ἀπ’ ἀγορᾶς εἱλκύσατε πένητα καὶ ἐκ τῶν ἁπανταχοῦ μὲν ἀπολελειμμένων, παρ’ ὑμῖν δὲ διὰ περιττὴν φρόνησιν ἀμειβομένων πρὸς χρυσίον συρφετῶν εὐποροῦντα μετρίας οὐσίας εἵλεσθε κοινωνόν. πολλὰ τοιαῦτα περὶ τὰς ὀνομασίας κακουργούντων ὑμῶν, ἐπειδὴ μὴ πρὸς ἅπαντα συνεχωρήσαμεν, ὧν τε εὖ εἰργασάμεθα τὴν χάριν ἀπεστερήθημεν, καὶ ὧν ἀπεσχόμεθα ξὺν δίκῃ παρ’ ὑμῶν δυσχεραινόμεθα.