Ancient Greek
Section 5
Julian the Emperor, Μισοπώγων 5
Not analysed yet
Ἦν μὲν οὖν ἴσως καὶ τοῦτο βαρὺ καὶ δεῖγμα ἐναργὲς μοχθηρίας τρόπου· προστίθημι δὲ ἐγώ τι καινότερον ἀεί· μισῶ τὰς ἱπποδρομίας, ὥσπερ οἱ χρήματα ὠφληκότες τὰς ἀγοράς. ὀλιγάκις οὖν εἰς αὐτὰς φοιτῶ ἐν ταῖς ἑορταῖς τῶν θεῶν οὐδὲ διημερεύω, καθάπερ εἰώθεσαν ὅ τε ἀνεψιὸς ὁ ἐμὸς καὶ ὁ θεῖος καὶ ὁ ἀδελφὸς ὁ ὁμοπάτριος. ἓξ δὲ τοὺς πάντας θεώμενος δρόμους, οὐδ’ αὐτοὺς ὡς ἄν τις ἐρῶν τοῦ πράγματος ἢ ναὶ μὰ Δία μὴ μισῶν αὐτὸ μηδὲ ἀποστρεφόμενος, ἄσμενος ἀπαλλάττομαι.