Ancient Greek
Section 19
Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον 19
Not analysed yet
Ἃ μὲν οὖν περὶ τῆς οὐσίας ἐχρῆν εἰπεῖν τοῦ θεοῦ τοῦδε, καίτοι τῶν πλείστων παραλειφθέντων, εἴρηται ὅμως οὐκ ὀλίγα· ἐπεὶ δὲ τὸ τῶν δυνάμεων αὐτοῦ πλῆθος καὶ τὸ τῶν ἐνεργειῶν κάλλος τοσοῦτόν ἐστιν, ὥστε εἶναι τῶν περὶ τὴν οὐσίαν αὐτοῦ θεωρουμένων ὑπερβολήν, ἐπεὶ καὶ πέφυκε τὰ θεῖα προϊόντα εἰς τὸ ἐμφανὲς πληθύνεσθαι διὰ τὸ περιὸν καὶ γόνιμον τῆς ζωῆς, ὅρα τί δράσομεν, οἳ πρὸς ἀχανὲς πέλαγος ἀποδυόμεθα, μόγις καὶ ἀγαπητῶς ἐκ πολλοῦ τοῦ πρόσθεν ἀναπαυόμενοι λόγου. τολμητέον δ’ ὅμως τῷ θεῷ θαρροῦντα καὶ πειρατέον ἅψασθαι τοῦ λόγου.