Ancient Greek
Section 27
Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον 27
Not analysed yet
Ἀλλ’ ἵνα μὴ πλείω περὶ τῶν αὐτῶν λέγων διατρίβω, τὰς τροπὰς ἐργαζόμενος, ὥσπερ ἴσμεν, πατὴρ ὡρῶν ἐστιν, οὐκ ἀπολείπων δὲ οὐδαμῶς τοὺς πόλους Ὠκεανὸς ἂν εἴη, διπλῆς ἡγεμὼν οὐσίας. μῶν ἀσαφές τι καὶ τοῦτο λέγομεν, ἐπείπερ πρὸ ἡμῶν αὐτὸ καὶ Ὅμηρος ἔφη· Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι τέτυκται, θνητῶν τε θεῶν θ’, ὡς ἂν αὐτὸς φαίη, μακάρων; ἀληθῶς. ἓν γὰρ τῶν πάντων οὐδέν ἐστιν, ὃ μὴ τῆς Ὠκεανοῦ πέφυκεν οὐσίας ἔκγονον. ἀλλὰ τί τοῦτο πρὸς τοὺς πόλους; βούλει σοι φράσω; καίτοι σιωπᾶσθαι κρεῖσσον ἦν· εἰρήσεται δὲ ὅμως.