Ancient Greek
Section 30
Julian the Emperor, Εἰς τὸν βασιλέα Ἥλιον πρὸς Σαλούστιον 30
Not analysed yet
τί οὖν ἔτι σοι τὸν Ὧρον λέγω καὶ τἆλλα θεῶν ὀνόματα, τὰ πάντα Ἡλίῳ προσήκοντα; συνῆκαν γὰρ ἅνθρωποι τὸν θεὸν ἐξ ὧν ὁ θεὸς ὅδε ἐργάζεται, τὸν σύμπαντα οὐρανὸν τοῖς νοεροῖς ἀγαθοῖς τελειωσάμενος καὶ μεταδοὺς αὐτῷ τοῦ νοητοῦ κάλλους, ἀρξάμενοί τε ἐκεῖθεν ὅλον τε αὐτὸν καὶ τὰ μέρη τῇ τῶν ἀγαθῶν ἁδρᾷ δόσει. πᾶσαν γὰρ ἐπιτροπεύει κίνησιν ἄχρι τῆς τελευταίας τοῦ κόσμου λήξεως· φύσιν τε καὶ ψυχὴν καὶ πᾶν ὅ, τι ποτέ ἐστι, πάντα πανταχοῦ τελειοῦται.