Ancient Greek
Section 20
Julian the Emperor, Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας 20
Not analysed yet
Τοσαῦτα ὑπὲρ τῶν βασιλέως ἔργων ἐν βραχεῖ διεληλύθαμεν, οὔτε κολακείᾳ προστιθέντες καὶ αὔξειν ἐπιχειροῦντες τυχὸν οὐδενὸς διαφέροντα τῶν ἄλλων, οὔτε πόρρωθεν ἕλκοντες καὶ βιαζόμενοι τῶν ἔργων τὰς ὁμοιότητας, καθάπερ οἱ τοὺς μύθους ἐξηγούμενοι τῶν ποιητῶν καὶ ἀναλύοντες ἐς λόγους πιθανοὺς καὶ ἐνδεχομένους τὰ πλάσματα ἐκ μικρᾶς πάνυ τῆς ὑπονοίας ὁρμώμενοι καὶ ἀμυδρὰς λίαν παραλαβόντες τὰς ἀρχὰς πειρῶνται ξυμπείθειν, ὡς δὴ ταῦτά γε αὐτὰ ἐκείνων ἐθελόντων λέγειν. ἐνταῦθα δὲ εἴ τις ἐξέλοι τῶν Ὁμήρου μόνον τὰ τῶν ἡρώων ὀνόματα, ἐνθείη δὲ τὸ βασιλέως καὶ ἐναρμόσειεν, οὐ μᾶλλον εἰς ἐκείνους ἢ τοῦτον πεποιῆσθαι δόξει τὰ τῆς Ἰλιάδος ἔπη.