Ancient Greek
Section 7
Julian the Emperor, Συμπόσιον ἢ Κρόνια 7
Not analysed yet
Ἐπὶ τούτῳ πολλοὶ καὶ παντοδαποὶ συνέτρεχον, Βίνδικες, Γάλβαι, Ὄθωνες, Βιτέλλιοι. καὶ ὁ Σειληνός, Τούτων, εἶπε, τῶν μονάρχων τὸ σμῆνος πόθεν ἐξηυρήκατε, ὦ θεοί; τυφόμεθα γοῦν ὑπὸ τοῦ καπνοῦ· φείδεται γὰρ οὐδὲ τῶν ἀνακτόρων ταυτὶ τὰ θηρία. καὶ ὁ Ζεὺς ἀπιδὼν πρὸς τὸν ἀδελφὸν αὑτοῦ Σάραπιν καὶ τὸν Οὐεσπασιανὸν δείξας, Πέμπε, εἶπε, τὸν σμικρίνην τοῦτον ἀπὸ τῆς Αἰγύπτου ταχέως, ἵνα τὴν φλόγα ταύτην κατασβέσῃ· τῶν παίδων δὲ τὸν πρεσβύτερον μὲν παίζειν κέλευε μετὰ τῆς Ἀφροδίτης τῆς πανδήμου, τὸν νεώτερον δὲ τῷ Σικελικῷ θηρίῳ παραπλησίως κλοιῷ δῆσον.