Ancient Greek
Chapter 100
Justin Martyr, Dialogus cum Tryphone 100.4
Not analysed yet
Καὶ γὰρ υἱὸν θεοῦ, Χριστόν, κατὰ τὴν τοῦ πατρὸς αὐτοῦ ἀποκάλυψιν ἐπιγνόντα αὐτὸν ἔνα τῶν μαθητῶν αὐτοῦ, Σίμωνα πρότερον καλούμενον, ἐπωνόμασε Πέτρον [cf. MT. ,XVI, 15-18]. Καὶ υἱὸν θεοῦ γεγραμμένον αὐτὸν ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ [ibid.] ἔχοντες καὶ [fol. 153] υἱὸν αὐτὸν λέγοντες νενοήκαμεν ὄντα καὶ πρὸ πάντων ποιημάτων ἀπὸ τοῦ πατρὸς δυνάμει αὐτοῦ καὶ βουλῇ προελθόντα, ὃς καὶ σοφία [Prov. ,VIII, 1 sqq.] καὶ ἡμέρα [Ps. ,CXVII, 24] καὶ ἀνατολὴ [ZACH. ,VI, 12] καὶ μάχαιρα [Is. ,XXVII, 1] καὶ λίθος [DAN. ,II, 34] καὶ ῥάβδος [Is. ,XI, 1] καὶ Ἰακὼβ [Ps. ,XXIII, 6] καὶ Ἰσραὴλ [Ps. ,LXXI, 18] κατ᾿ ἄλλον καὶ ἄλλον τρόπον ἐν τοῖς τῶν προφητῶν λόγοις προσηγόρευται, καὶ διὰ τῆς παρθένου ἄνθρωπον γεγονέναι, ἵνα καὶ δι᾿ ἦς ὁδοῦ ἡ ἀπὸ τοῦ ὄφεως παρακοὴ τὴν ἀρχὴν ἔλαβε, διὰ ταύτης τῆς ὁδοῦ καὶ κατάλυσιν λάβῃ.