Ancient Greek
Chapter 100
Justin Martyr, Dialogus cum Tryphone 100.5
Not analysed yet
Παρθένος γὰρ οὖσα Εὔα καὶ ἄφθορος, τὸν λόγον τὸν ἀπὸ τοῦ ὄφεως συλλαβοῦσα, παρακοὴν καὶ θάνατον ἔτεκε [cf. JACQ. ,I, 15]· πίστιν δὲ καὶ χαρὰν λαβοῦσα Μαρία ἡ παρθένος, εὐαγγελιζομένου αὐτῇ Γαβριὴλ ἀγγέλου ὅτι πνεῦμα κυρίου ἐπ᾿ αὐτὴν ἐπελεύσεται καὶ δύναμις ὑψίστου ἐπισκιάσει αὐτήν, διὸ καὶ τὸ γεννώμενον ἐξ αὐτῆς ἅγιόν ἐστιν υἱὸς θεῦ [cf. LUC, I, 26, 35 et Protév. de Jacq. ,XI, 2 suiv. ; XII, 2], ἀπεκρίνατο· Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου [cf. LUC, I, 38].