Ancient Greek
Chapter 103
Justin Martyr, Dialogus cum Tryphone 103.1
Not analysed yet
Τὰ δὲ ἑξῆς εἰρημένα ἐν τῷ ψαλμῷ· Ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν μοι. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος· ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου [Ps. ,XXI, 11-15]· τῶν ὁμοίως αὐτῷ συμβάντων προαγγελία ἦν. Ἐκείνης γὰρ τῆς νυκτός [cf. MT. ,XXVI, 30], ὅτε ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν ἐπῆλθον αὐτῷ οἱ ἀπὸ τοῦ λαοῦ ὑμῶν [cf. MT. ,XXVI, 47; MC. ,XIV, 43] ὑπὸ τῶν Φαρισαίων καὶ γραμματέων καὶ τῶν διδασκάλων ἐπιπεμφθέντες, ἐκύκλωσαν αὐτὸν οὓς μόσχους κερατιστὰς καὶ προώλεις ὁ λόγος ἔλεγε [cf. Exod. ,XXI, 29?].