Ancient Greek
Chapter 103
Justin Martyr, Dialogus cum Tryphone 103.2
Not analysed yet
Καὶ τὸ Ταῦροι πίονες περιέσχον με εἰπεῖν τοὺς καὶ αὐτοὺς μὲν τὰ ὅμοια τοῖς μόσχοις ποιήσαντας, ὅτε ἤχθη πρὸς τοὺς διδασκάλους ὑμῶν, προέλεγεν· οὓς ὡς ταύρους διὰ τοῦτο ὁ λόγος εἶπεν, ἐπειδὴ τοὺς ταύρους τοῦ εἶναι μόσχους αἰτίους οἴδαμεν. Ὡς οὖν πατέρες εἰσὶ τῶν μόσχων οἱ ταῦροι, οὕτως οἱ διδάσκαλοι ὑμῶν τοῖς τέκνοις αὐτῶν αἴτιοι ἦσαν τοῦ ἐξελθόντας εἰς τὸ ὄρος τῶν ἐλαιῶν συλλαβεῖν [fol. 156] αὐτὸν καὶ ἄγειν ἐπ᾿ αὐτούς [cf. MT. ,XXVI, 3 et 47]. Καὶ τὸ εἰπεῖν Ὅτι οὐκ ἔστιν ὁ βοηθῶν δηλωτικὸν καὶ αὐτὸ τοῦ γενομένου. Οὐδεὶς γὰρ οὐδὲ μέχρις ἑνὸς ἀνθρώπου βοηθεῖν αὐτῷ ὡς ἀναμαρτήτῳ βοηθὸς ὑπῆρχε [cf. MT. ,XXVI, 56 et MC. ,XIV, 50, 52].