Ancient Greek
Chapter 123
Justin Martyr, Dialogus cum Tryphone 123.3
Not analysed yet
Ηὐλαβεῖσθε γὰρ ἂν τὴν τοῦ θεοῦ ὀργήν, καὶ υἱοὶ ἄνομοι καὶ ῥεμβεύοντες οὐκ ἂν ἦτε, δυσωπούμενοι ἀκούειν ἑκάστοτε λέγοντος αὐτοῦ· Υἱοί, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς [cf. Deut. ,XXXII, 20]· καί· Τίς τυφλὸς ἀλλ᾿ ἢ οἱ παῖδές μου, καὶ κωφὸς ἀλλ᾿ ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ. Εἴδετε πολλάκις, καὶ οὐκ ἐφυλάξασθε· ἀνεῳγμένα τὰ ὦτα ὑμῶν, καὶ οὐκ ἠκούσατε [Is. ,XLII, 19-20];