Ancient Greek
Chapter 123
Justin Martyr, Dialogus cum Tryphone 123.4
Not analysed yet
Ἢ καλὸς ὑμῶν ὁ ἔπαινος τοῦ θεοῦ, καὶ θεοῦ μαρτυρία δούλοις πρέπουσα; Οὐκ αἰσχύνεσθε πολλάκις ταὐτὰ ἀκούοντες, οὐδ᾿ ἀπειλοῦντος τοῦ θεοῦ φρίσσετε, ἀλλ᾿ ἦ λαὸς μωρὸς καὶ σκληροκάρδιός ἐστε. Διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον, λέγει κύριος, καὶ μεταθήσω αὐτούς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω [Is. ,XXIX, 14]. Εὐλόγως. Οὐ γὰρ σοφοί ἐστε οὐδὲ συνετοί, ἀλλὰ δριμεῖς καὶ πανοῦργοι· σοφοὶ εἰς τὸ κακοποιῆσαι μόνον [cf. JÉR. ,IV, 22], γνῶναι δὲ βουλὴν [fol. 176] θεοῦ κεκρυμμένην ἢ διαθήκην κυρίου πιστὴν ἢ τρίβους αἰωνίους εὑρεῖν [cf. JÉR. ,VI, 16] ἀδύνατοι.