Ancient Greek
Chapter 126
Justin Martyr, Dialogus cum Tryphone 126.3
Not analysed yet
Καὶ οὕτω πάλιν λέγει· Μετὰ Ἰακὼβ ἄνθρωπος ἐπάλαιε [Gen. ,XXXII, 24]· καὶ θεόν φησιν εἶναι. Εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου [Gen. ,XXXII, 30], λέγει εἰρηκέναι τὸν Ἰακώβ. Καὶ ὅτι καὶ τὸν τόπον, ὅπου αὐτῷ ἐπάλαισε καὶ ὤφθη καὶ εὐλόγησε, καὶ ἐκάλεσεν Εἶδος θεοῦ, ἀνέγραψε.