Ancient Greek
Chapter 126
Justin Martyr, Dialogus cum Tryphone 126.4
Not analysed yet
Καὶ τῷ Ἀβραὰμ ὁμοίως, ὡς Μωσῆς φησιν, ὤφθη ὁ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένῳ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας [Gen. ,XVIII, 1]. Εἶτα ταῦτα εἰπὼν ἐπιφέρει· Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδε. καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν συνέδραμεν εἰς συνάντησιν αὐτοῖς [Gen. ,XVIII, 2]. Μετ᾿ ὀλίγον δὲ εἷς ἐξ αὐτῶν ὑπισχνεῖται τῷ Ἀβραὰμ υἱόν· Τί ὅτι ἐγέλασε Σάρρα λέγουσα· Ἆρά γε τέξομαι; Ἐγὼ δὲ γεγήρακα. Μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα; Εἰς τὸν καιρὸν τοῦτον ἀποστρέψω εἰς ὥρας, καὶ ἔσται τῇ Σάρρᾳ υἱός [Gen. ,XVIII, 13-14]. Καὶ ἀπαλλάσσονται ἀπὸ Ἀβραάμ.