Ancient Greek
Chapter 127
Justin Martyr, Dialogus cum Tryphone 127.3
Not analysed yet
Πῶς ἄν οὖν οὗτος ἢ λαλήσειε πρὸς τινα ἢ ὀφθείη τινὶ ἢ ἐν ἐλαχίστῳ μέρει γῆς φανείη, ὁπότε γε οὐδὲ τὴν δόξαν τοῦ παρ᾿ αὐτοῦ πεμφθέντος ἴσχυεν ὁ λαὸς ἰδεῖν ἐν Σινᾶ [cf. Exod. ,XIX, 21], οὐδ᾿ αὐτὸς Μωσῆς ἴσχυσεν εἰσελθεῖν εἰς τὴν σκηνήν, ἥν ἐποίησεν, εἰ μὲν ἐπληρώθη τῆς παρὰ τοῦ θεοῦ δόξης, οὐδὲ μὴν ὁ ἱερεὺς ὑπέμεινε κατενώπιον τοῦ ναοῦ στῆναι, ὅτε τὴν κιβωτὸν Σολομὼν εἰσεκόμισεν εἰς τὸν οἶκον τὸν ἐν Ἱερουσαλήμ. ,ὅν αὐτὸς ὁ Σολομὼν ᾠκοδομήκει [cf. II Par. ,V, 14];