Ancient Greek
Chapter 127
Justin Martyr, Dialogus cum Tryphone 127.4
Not analysed yet
Οὔτε οὖν Ἀβραὰμ οὔτε Ἰσαὰκ οὔτε Ἰακὼβ οὔτε ἄλλος ἀνθρώπων εἶδε τὸν πατέρα [cf. JEAN, I, 18] καὶ ἄρρητον κύριον τῶν πάντων ἀπλῶς καὶ αὐτοῦ τοῦ Χριστοῦ, ἀλλ᾿ ἐκεῖνον τὸν κατὰ βουλὴν τὴν ἐκείνου καὶ θεὸν ὄντα, υἱὸν αὐτοῦ, καὶ ἄγγελον ἐκ τοῦ ὑπηρετεῖν τῇ γνώμῃ αὐτοῦ· ὅν καὶ ἄνθρωπον γεννηθῆναι διὰ τῆς παρθένου βεβούληται, ὅς καὶ πῦρ ποτε γέγονε τῇ πρὸς Μωσέα ὁμιλίᾳ τῇ ἀπὸ [fol. 180] τῆς βάτου [cf. Exod. ,III, 2 suiv. ].