Ancient Greek
Chapter 130
Justin Martyr, Dialogus cum Tryphone 130.2
Not analysed yet
Καὶ εἰπὼν ταῦτα ἡμᾶς τὰ ἔθνη λέγει εὐφραίνεσθαι μετὰ τοῦ λαοῦ αὐτοῦ, λέγω Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τοὺς προφήτας καὶ ἀπλῶς τοὺς ἀπ᾿ ἐκείνου τοῦ λαοῦ πάντας εὐαρεστοῦντας τῷ θεῷ, κατὰ τὰ προωμολογημένα ἡμῖν· ἀλλ᾿ οὐ πάντας τοὺς ἀπὸ τοῦ γένους ὑμῶν ἀκουσόμεθα, ἐπειδὴ ἔγνωμεν καὶ διὰ Ἡσαΐου τὰ κῶλα τῶν παραβεβηκότων ὑπὸ σκώληκος καὶ ἀπαύστου πυρὸς διαβιβρώσκεσθαι μέλλειν, ἀθάνατα μένοντα, ὥστε καὶ εἶναι εἰς [fol. 182] ὅρασιν πάσης σαρκός [Is. ,LXVI, 24].