Ancient Greek
Chapter 130
Justin Martyr, Dialogus cum Tryphone 130.3
Not analysed yet
Ἐπειπεῖν δὲ ὑμῖν βούλομαι καὶ πρὸς τούτοις, ὦ ἄνδρες, ἔφην, καὶ ἄλλους τινὰς λόγους ἀπ᾿ αὐτῶν τῶν Μωσέως λόγων [cf. Gen. ,XI, 6, et Deut. ,XXXII, 8], ἐξ ὧν καὶ νοῆσαι δύνασθε ὅτι ἄνωθεν μὲν πάντας τοὺς ἀνθρώπους ὁ θεὸς διεσκόρπισε καὶ τὰ γένη καὶ γλώσσας· ἐκ πάντων δὲ τῶν γενῶν γένος ἑαυτῷ λαβὼν τὸ ὑμέτερον, γένος ἄχρηστον καὶ ἀπειθὲς καὶ ἄπιστον [cf. OS. ,VIII, 8; Is. ,XXX, 9, et LXV, 2; Deut. ,XXXII, 20], δείξας τοὺς ἀπὸ παντὸς γένους αἱρουμένους πεπεῖσθαι αὐτοῦ τῇ βουλῇ διὰ τοῦ Χριστοῦ, ὅν καὶ Ἰακὼβ καλεῖ καὶ Ἰσραὴλ ὀνομάζει, τούτους καὶ Ἰακὼβ καὶ Ἰσραὴλ, ὡς προέφην ἐν πολλοῖς, εἶναι δεῖ.