Ancient Greek
Chapter 131
Justin Martyr, Dialogus cum Tryphone 131.2
Not analysed yet
Καὶ ὑμεῖς δ᾿, εἰ βούλεσθε τὴν ἀλήθειαν ὁμολογῆσαι, ὅτι πιστότεροι πρὸς τὸν θεόν ἐσμεν, οἵτινες διὰ τοῦ ἐξουθενημένου καὶ ὀνείδους μεστοῦ μυστηρίου τοῦ σταυροῦ κληθέντες ὑπὸ τοῦ θεοῦ, ὧν καὶ τῇ ὁμολογίᾳ καὶ τῇ ὑπακοῇ καὶ τῇ εὐσεβείᾳ κολάσεις μέχρι θανάτου ὑπὸ τῶν δαιμονίων καὶ τῆς στρατιᾶς τοῦ διαβόλου, διὰ τῆς ὑφ᾿ ὑμῶν ἐκείνοις γεγενημένης ὑπηρεσίας, προστετίμηνται, πάνθ᾿ ὑπομένομεν ὑπὲρ τοῦ μηδὲ μέχρι φωνῆς ἀρνεῖσθαι τὸν Χριστόν, δι᾿ οὗ ἐκλήθημεν εἰς σωτηρίαν τὴν προητοιμασμένην παρὰ παρὰ τοῦ πατρός,