Ancient Greek
Chapter 131
Justin Martyr, Dialogus cum Tryphone 131.3
Not analysed yet
ὑμῶν τῶν ἐν βραχίονι ὑψηλῷ καὶ ἐπισκοπῇ μεγάλης δόξης [cf. Deut. ,IV, 34; Exod. ,VI, 1 suiv. ; XIII, 21; XVI, 10, et Actes, XIII, 17] λυτρωθέντων ἀπὸ τῆς Αἰγύπτου, θαλάσσης ὑμῖν τμηθείσης καὶ γενομένης ὁδοῦ ξηρᾶς, ἐν ᾗ τοὺς διώκοντας ὑμᾶς μετὰ δυνάμεως πολλῆς πάνυ καὶ ἐνδόξων ἀρμάτων, ἐπικλύσας αὐτοῖς τὴν δι᾿ ὑμᾶς ὁδοποιηθεῖσαν θάλασσαν, ἀπέκτεινεν [cf. Exod. ,XIV, 6]· οἷς καὶ στύλος φωτὸς ἔλαμπεν [cf. Exod. ,XIII, 21, etc.] ,ἵνα καὶ παρὰ τὸν πάντα ἄλλον λαὸν τὸν ἐν τῷ κόσμῳ ἰδίῳ καὶ ἀνελλιπεῖ καὶ [fol. 183] μὴ δύνοντι φωτὶ χρῆσθαι ἔχητε· οἷς ἄρτον εἰς τροφὴν δι᾿ ἀγγέλων οὐρανίων, τὸ μάννα, ἔβρεξεν [cf. Exod. ,XVI, 14 suiv.] ,ἵνα μηδὲ σιτοποιίας δεόμενοι ζητήσητε· καὶ τὸ ἐν Μερρᾷ ὕδωρ ἐγλυκάνθη [cf. Exod. ,XV, 25]·