Ancient Greek
Chapter 135
Justin Martyr, Dialogus cum Tryphone 135.6
Not analysed yet
Ἀλλ᾿ ὅνπερ τρόπον ἐκεῖ φησιν ὁ προφήτης· Καὶ νῦν σὺ οἶκος τοῦ Ἰακώβ, δεῦρο καὶ πορευθῶμεν ἐν φωτὶ κυρίου· ἀνῆκε γὰρ τὸν λαὸν αὐτοῦ, τὸν οἶκον Ἰακώβ, ὅτι ἐπλήσθη ἡ χώρα αὐτῶν, ὡς τὸ ἀπ᾿ ἀρχῆς, μαντειῶν καὶ κληδονισμῶν [Is. ,II, 5-6]· οὕτω καὶ ἐνθάδε δεῖ νοεῖν ἡμᾶς [fol. 188] δύο σπέρματα Ἰούδα καὶ δ(??)ο γένη, ὡς δύο οἴκους Ἰακώβ, τὸν μὲν ἐξ αἵματος [cf. JEAN, I, 13] καὶ σαρκός, τὸν δὲ ἐκ πίστεως καὶ πνεύματος γεγεννημένον.