Ancient Greek
Chapter 136
Justin Martyr, Dialogus cum Tryphone 136.1
Not analysed yet
Ὁρᾶτε γὰρ ὡς πρὸς τὸν λαὸν νῦν λεγει, ἀνωτέρω εἰπών· Ὅν τρόπον εὐρεθήσεται ῥὰξ ἐν βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμανῇ αὐτόν, ὅτι εὐλογία ἐν αὐτῷ ἐστιν, οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι· τούτου ἔνεκεν οὐ μὴ ἀπολέσω πάντας· καὶ μετὰ τοῦτο ἐπιφέρει· Καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ καὶ ἐξ Ἰούδα [IS. ,LXV, 8-9]. Δῆλον οὖν, εἰ ἐκείνοις οὕτως ὀργίζεται καὶ ὀλιγοστοὺς καταλείψειν ἀπειλεῖ, ἄλλους τινὰς ἐξάξειν ἐπαγγέλλεται οἳ κατοικήσουσιν ἐν τῷ ὄρει αὐτοῦ [Is. ,LXV, 9].