Ancient Greek
Chapter 136
Justin Martyr, Dialogus cum Tryphone 136.2
Not analysed yet
Οὗτοι δέ εἰσιν οὓς εἶπε σπερεῖν [cf. JÉR. ,XXXVIII, 27] καὶ γεννήσειν [cf. EZ. ,XXXVI, 12]· ὑμεῖς γὰρ οὔτε καλοῦντος αὐτοῦ ἀνέχεσθε οὔτε λαλοῦντος ἀκούετε, ἀλλὰ καὶ τὸ πονηρὸν ἐποιήσατε ἐνώπιον κυρίου [Is. ,LXV, 12]. Τὸ δὲ ὑπερβάλλον ὑμῶν τῆς κακίας τὸ καὶ μισεῖν, ὅν ἐφονεύσατε, δίκαιον καὶ τοὺς ἀπ᾿ αὐτοῦ λαβόντας εἶναι ὅπερ εἰσίν, εὐσεβεῖς καὶ δίκαιοι καὶ φιλάνθρωποι. Τοιγαροῦν Οὐαὶ τῇ ψυχῇ αὐτῶν λέγει κύριος, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν, εἰπόντες· Ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν [IS. ,III, 9-10 et Sag. ,II, 12].