Ancient Greek
Chapter 17
Justin Martyr, Dialogus cum Tryphone 17.3
Not analysed yet
Κατὰ οὖν τοῦ μόνου ἀμώμου καὶ δικαίου φωτός, τοῖς ἀνθρώποις πεμφθέντος παρὰ τοῦ θεοῦ, τὰ πικρὰ καὶ σκοτεινὰ καὶ ἄδικα καταλεχθῆναι ὲν πάσῃ τῇ γῇ ἐσπουδάσατε. Δύσχρηστος γὰρ ὑμῖν ἔδοξεν εἶναι, βοῶν παρ᾿ ὑμῖν· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν, ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν [MT. ,XXI, 13 ; LUC, XIX, 46]. Καὶ τὰς τραπέζας τῶν ἐν τῷ ναῷ κολλυβιστῶν κατέστρεψε.