Ancient Greek
Chapter 17
Justin Martyr, Dialogus cum Tryphone 17.4
Not analysed yet
Καὶ ἐβόα· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὃτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον, τὴν δὲ ἀγάπην τοῦ θεοῦ καὶ τὴν κρίσιν οὐ κατανοεῖτε· τάφοι κεκονιαμένοι, ἔξωθεν φαινόμενοι ὡραῖοι, ἔσωθεν δὲ [fol. 67] γέμοντες ὀστέων νεκρῶν [MT. ,XXIII, 23, 27; LUC, XI, 42]. Καὶ τοῖς γραμματεῦσιν· Οὐαὶ ὑμὶν, γραμματεῖς, ὅτι τὰς κλεῖς ἔχετε, καὶ αὐτοὶ οὐκ εἰσέρχεσθε καὶ τοὺς εἰσερχομένους κωλύετε [MT. ,XXIII, 13; LUC, XI, 52] · ὁδηγοὶ τυφλοί [MT. ,XXIII, 16, 24].