Ancient Greek
Chapter 23
Justin Martyr, Dialogus cum Tryphone 23.3
Not analysed yet
Καὶ μηδὲν μηδενὸς ἀποκριναμένου· Διὰ ταῦτά σοι, ὦ Τρύφων, καὶ τοῖς βουλομένοις προσηλύτοις γενέσθαι κηρύξω ἐγὼ θεῖον λόγον, ὄν παρ᾿ ἐκείνου ἤκουσα τοῦ ἀνδρός. Ὁρᾶτε ὅτι τὰ στοιχεῖα οὐκ ἀργεῖ οὐδὲ σαββατίζει. Μείνατε ὡς γεγένησθε. Εἰ γὰρ πρὸ τοῦ Ἀβραὰμ οὐκ ἦν χρεία περιτομῆς οὐδὲ πρὸ Μωσέως σαββατισμοῦ καὶ ἑορτῶν καὶ προφορῶν, οὐδὲ νῦν, μετὰ τὸν κατὰ τὴν βουλὴν τοῦ θεοῦ διὰ Μαρίας τῆς ἀπὸ γένους τοῦ Ἀβραὰμ. παρθένου γεννηθέντα υἱὸν θεοῦ Ἰησοῦν Χριστόν, [fol. 73] ὁμοίως ἐστὶ χρεία.