Ancient Greek
Chapter 23
Justin Martyr, Dialogus cum Tryphone 23.4
Not analysed yet
Καὶ γὰρ αὐτὸς ὁ Ἀβραὰμ ἐν ἀκροβυστίᾳ ὢν διὰ τὴν πίστιν, ἣν ἐπίστευσε τῷ θεῷ, ἐδικαιώθη καὶ εὐλογήθη [cf. Rom. ,IV, 3], ὡς ἡ γραφὴ [Gen. ,XV, 6] σημαίνει· τὴν δὲ περιτομὴν εἰς σημεῖον [cf. Gen. ,XVII, 11, et Rom. ,III, 10], ἀλλ᾿ οὐκ εἰς δικαιοσύνην ἔλαβεν, ὡς καὶ αἱ γραφαὶ καὶ τὰ πράγματα ἀναγκάζει ἡμᾶς ὁμολογεῖν. Ὥστε δικαίως εἴρητο περὶ ἐκείνου τοῦ λαοῦ, ὅτι ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ἣ οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ [Gen. ,XVII, 14].