Ancient Greek
Chapter 30
Justin Martyr, Dialogus cum Tryphone 30.1
Not analysed yet
Ἀλλὰ τῇ αὑτῶν κακίᾳ ἐγκαλεῖτε, ὅτι καὶ συκοφαντεῖσθαι δυνατός ἐστιν ὁ θεὸς ὑπὸ τῶν νοῦν μὴ ἐχόντων, ὡς τὰ αὐτὰ δίκαια μὴ πάντας ἀεὶ διδάξας. Πολλοῖς γὰρ ἀνθρώποις ἄλογα καὶ οὐκ ἄξια θεοῦ τὰ τοιαῦτα διδάγματα ἔδοξεν εἶναι, [fol. 78] μὴ λαβοῦσι χάριν τοῦ γνῶναι ὅτι τὸν λαὸν ὑμῶν πονηρευόμενον καὶ ἐν νόσῳ ψυχικῇ ὑπάρχοντα εἰς ἐπιστροφὴν καὶ μετάνοιαν τοῦ πνεύματος κέκληκε [cf. Ps. ,XVIII, 8], καὶ αἰώνιός ἐστι μετὰ τὸν Μωσέως θάνατον προελθοῦσα ἡ προφητεία [cf. ibid. ,10].