Ancient Greek
Chapter 30
Justin Martyr, Dialogus cum Tryphone 30.2
Not analysed yet
Καὶ διὰ τοῦ ψαλμοῦ τοῦτο εἴρηται, ὦ ἄνδρες. Καὶ ὅτι γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον [cf. ibid. ,11] ὁμολογοῦμεν αὐτά, οἱ σοφισθέντες ἀπ᾿ αὐτῶν [cf. ibid.] ,ἐκ τοῦ καὶ μέχρι θανάτου ἀνεξαρνήτους ἡμᾶς γίνεσθαι το(??) ὀνόματος αὐτοῦ φαίνεται. Ὅτι δὲ καὶ αἰτοῦμεν αὐτόν, οἱ πιστεύοντες εἰς αὐτόν, ἵνα ἀπὸ τῶν ἀλλοτρίων [cf. ibid. ,14], τουτέστιν ἀπὸ τῶν πονηρῶν καὶ πλάνων πνευμάτων, συντηρήσῃ ἡμᾶς, ἀπὸ προσώπου ἑνὸς τῶν εἰς αὐτὸν πιστευόντων σχηματοποιήσας ὁ λόγος τῆς προφητείας λέγει, πᾶσι φανερόν ἐστιν.