Ancient Greek
Chapter 33
Justin Martyr, Dialogus cum Tryphone 33.2
Not analysed yet
Τὸ γὰρ Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ [Ps. CIX, id.] · μεθ᾿ ὅρκου ὁ θεὸς διὰ τὴν ἀπιστίαν ὑμῶν ἀρχιερέα αὐτὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ εἶναι ἐδήλωσε, τουτέστιν, ὃν τρόπον ὁ Μελχισεδὲκ ἱερεὺς ὑψίστου ὑπὸ Μωσέως ἀναγέγραπται γεγενῆσθαι, καὶ οὗτος τῶν ἐν ἀκροβυστίᾳ ἱερεὺς ἦν, καὶ τὸν ἐν περιτομῇ δεκάτας αὐτῷ προσενέγκαντα Ἀβραὰμ εὐλόγησεν, οὕτως τὸν αἰώνιον αὐτοῦ ἱερέα, καὶ κύριον [Ps. CIX, 1] ὑπὸ τοῦ ἁγίου πνεύματος καλούμενον, ὁ θεὸς τῶν ἐν ἀκροβυστίᾳ γενήσεσθαι ἐδήλου· καὶ τοὺς ἐν περιτομῇ προ[fol. 82]σιόντας αὐτῷ, τουτέστι πιστεύοντας αὐτῷ καὶ τὰς εὐλογίας παρ᾿ αὐτοῦ ζητοῦντας, καὶ [cf. PHILIP. ,II, 8-9; LC. ,I, 52] αὐτοὺς προσδέξεται καὶ εὐλογήσει. Καὶ ὅτι ταπεινὸς ἔσται πρῶτον ἄνθρωπος, εἶτα ὑψωθήσεται, τὰ ἐπὶ τέλει τοῦ ψαλμοῦ δηλοῖ. Ἐκ χειμάρρου γὰρ ἐν ὁδῷ πίεται, καὶ ἅμα· Διὰ τοῦτο ὑψώσει κεφαλήν [Ps. CIX, 7].