Ancient Greek
Chapter 34
Justin Martyr, Dialogus cum Tryphone 34.1
Not analysed yet
Ἔτι δὲ καὶ πρὸς τὸ πεῖσαι ὑμᾶς ὅτι τῶν γραφῶν οὐδὲν συνήκατε, καὶ ἄλλου ψαλμοῦ τῷ Δαυῒδ ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρημένου ἀναμνήσομαι, ὃν εἴς Σολομῶνα, τὸν γενόμενον καὶ αὐτὸν βασιλέα ὑμῶν, εἰρῆσθαι λέγετε· εἰς δὲ τὸν Χριστὸν ἡμῶν καὶ αὐτὸς εἴρηται. Ὑμεῖς δὲ ἀπὸ τῶν ὁμωνύμων λέξεων ἑαυτοὺς ἐξαπατᾶτε. Ὅπου γὰρ ὁ νόμος τοῦ κυρίου ἄμωμος εἴρηται [Ps. XVIII, 8]. οὐχὶ τὸν μετ᾿ ἐκεῖνον μέλλοντα ἀλλὰ τὸν διὰ Μωσέως ἐξηγεῖσθε, τοῦ θεοῦ βοῶντος καινὸν νόμον [ΙS. ,II, 3; LI, 4; MICH. ,IV, 2] καὶ καινὴν διαθήκην [JÉR. ,XXXI. 34, et IS. ,LIV, 3; Hébr. ,VIII, 7-8] διαθήσεσθαι.