Ancient Greek
Chapter 4
Justin Martyr, Dialogus cum Tryphone 4.1
Not analysed yet
Ἔστιν οὖν, φησί, τῷ νῷ ἡμῶν τοιαύτη τις καὶ τοσαύτη δύναμις, ἢ μὴ τὸ ὄν δι᾿ αἰσθήσεως ἔλαβεν: Ἦ τὸν θεὸν ἀνθρώπου νοῦς ὄψεταί ποτε μὴ ἁγίῳ πνεύματι κεκοσμημένος; Φησὶ γὰρ Πλάτων [Phédon, 65 E-66 A]. ἦν δ᾿ ἐγώ, αὐτὸ τοιοῦτον εἶναι τὸ τοῦ νοῦ ὄμμα καὶ πρὸς τοῦτο ἡμῖν δεδόσθαι, ὡς δύνασθαι καθορᾶν αὐτὸ ἐκεῖνο τὸ ὄν εἰλικρινεῖ αὐτῷ ἐκείνῳ. ὅ τῶν νοητῶν ἁπάντων ἐστὶν αἴτιον. οὐ χρῶμα ἔχον, οὐ σχῆμα, οὐ μέγεθος, οὐδὲ οὐδὲν ὧν ὀφθαλμὸς βλέπει· ἀλλά τι ὅν τοῦτ᾿ αὐτό, φησί [Republ. ,509 B]. ὂν ἐπέκεινα πάσης οὐσίας, οὔτε ῥητὸν οὕτε ἀγορευτόν, ἀλλὰ μόνον καλὸνκαὶ ἀγαθόν, ἐξαίφνης ταῖς εὖ πεφυκυίαις ψυχαῖς ἐγγινόμενον διὰ τὸ συγγενὲς καὶ ἔρωτα τοῦ ἰδέσθαι.