Ancient Greek
Chapter 4
Justin Martyr, Dialogus cum Tryphone 4.2
Not analysed yet
Τίς οὖν ἡμῖν, ἔλεγε, συγγένεια πρὸς τὸν θεόν ἐστιν; Ἢ καὶ ἡ ψυχὴ θεία καὶ ἀθάνατός ἐστι καὶ [fol. 54] αὐτοῦ ἐκείνου τοῦ βασιλικοῦ νοῦ μέρος [Philèbe, 30 D]; Ὡς δὲ ἐκεῖνος ὁρᾷ τὸν θεόν, οὕτως καὶ ἡμῖν ἐφικτὸν τῷ ἡμετέρῳ νῷ συλλαβεῖν τὸ θεῖον καὶ τοὐντεῦθεν ἤδη εὐδαιμονεῖν; Πάνυ μὲν οὖν, ἔφην. Πᾶσαι δ᾿ αὐτὸ διὰ πάντων αἱ ψυχαὶ χωροῦσι τῶν ζώων, ἠρώτα, ἢ ἄλλη μὲν ἀνθρώπου, ἄλλη δὲ ἵππου καὶ ὄνου; Οὔκ, ἀλλ᾿ αἱ αὐταὶ ἐν πᾶσίν εἰσιν, ἀπεκρινάμην.