Ancient Greek
Chapter 4
Justin Martyr, Dialogus cum Tryphone 4.3
Not analysed yet
Ὄψονται ἄρα, φησί, καὶ ἵπποι καὶ ὄνοι ἢ εἶδόν ποτε τὸν θεόν; Οὔ, ἔφην· οὐδὲ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων, εἰ μή τις ἐν δίκῃ βιώσαιτο, καθηράμενος δικαιοσύνῃ καὶ τῇ ἄλλῃ ἀρετῇ πάσῃ. Οὐκ ἄρα, ἔφη, διὰ τὸ συγγενὲς ὁρᾷ τὸν θεόν, οὐδ᾿ ὅτι νοῦς ἐστιν, ἀλλ᾿ ὅτι σώφρων καὶ δίκαιος; Ναί, ἔφην, καὶ διὰ τὸ ἔχειν ᾧ νοεῖ τὸν θεόν. Τί οὖν; Ἀδικοῦσί τινα αἶγες ἢ πρόβατα; Οὐδὲν οὐδένα, ἦν δ᾿ ἐγώ.