Ancient Greek
Chapter 4
Justin Martyr, Dialogus cum Tryphone 4.5
Not analysed yet
Καὶ ἕως μέν [fol. 55] ἐστιν ἐν ἀνθρώπου εἴδει. δυνατὸν αὐτῇ. φημί, ἐγγενέσθαι διὰ τοῦ νου. μάλιστα δὲ ἀπολυθεῖσα τοῦ σώματος καὶ αὐτὴ καθ᾿ ἑαυτὴν γενομένη τυγχάνει οὗ ἤρα πάντα τὸν χρόνον. Ἦ καὶ μέμνηται τούτου πάλιν ἐν ἀνθρώπῳ γενομένη; Οὔ μοι δοκεῖ, ἔφην. Τί οὖν ὄφελος ταῖς ἰδούσαις, ἢ τί πλέον τοῦ μὴ ἰδόντος ὁ ἰδὼν ἔχει, εἰ μηδὲ αὐτὸ τοῦτο ὅτι εἶδε μέμνηται;