Ancient Greek
Chapter 4
Justin Martyr, Dialogus cum Tryphone 4.6
Not analysed yet
Οὐκ ἔχω εἰπεῖν, ἦν δ᾿ ἐγώ. Αἱ δὲ ἀνάξιαι ταύτης τῆς θέας κριθεῖσαι τί πάσχουσιν; ἔφη. Εἴς τινα θηρίων ἐνδεσμεύονται σώματα. καὶ αὕτη ἐστὶ κόλασις αὐτῶν. Οἴδασιν οὖν ὅτι διὰ ταύτην τὴν αἰτίαν ἐν τοιούτοις εἰσὶ σώμασι καὶ ὅτι ἐξήμαρτόν τι; Οὐ νομίζω.