Ancient Greek
Chapter 46
Justin Martyr, Dialogus cum Tryphone 46.5
Not analysed yet
Κἀγὼ πάλιν· Διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν πάντα τὰ τοιαῦτα ἐντάλματα νοεῖτε τὸν θεὸν διὰ[fol. 96] Μωσέως ἐντειλάμενον ὑμῖν, ἵνα διὰ πολλῶν τούτων ὲν πάσῃ πράξει πρὸ ὀφθαλμῶν ἀεὶ ἔχητε τὸν θεὸν καὶ μήτε ἀδικεῖν μήτε ἀσεβεῖν ἄρχησθε. Καὶ γὰρ τὸ κόκκινον ῥάμμα περιτιθέναι αὐτοῖς ἐνετείλατο ὑμῖν [cf. Nomb. ,XV, 37-40 (?)],ἵνα διὰ τούτου μὴ λήθη ὑμᾶς λαμβάνῃ τοῦ θεοῦ, καὶ φυλακτήριον ἐν ὑμέσι λεπτοτάτοις γεγραμμένων χαρακτήρων τινῶν, ἃ πάντως ἅγια νοοῦμεν εἶναι, περικεῖσθαι ὑμᾶς ἐκέλευσε [cf. Exod. ,XIII, 9-16, et Deut. ,VI, 8; XI, 18 (?)],καὶ διὰ τούτων δυσωπῶν ὑμᾶς ἀεὶ μνήμην ἔχειν τοῦ θεοῦ, ἅμα τε καὶ ἔλεγχον ἐν ταῖς καρδίαις ὑμῶν.