Ancient Greek
46.6 to 46.7
Justin Martyr, Dialogus cum Tryphone 46.6-7
Not analysed yet
Οὐ δὲ μικρὰν μνήμην ἔχετε τοῦ θεοσεβεῖν, καὶ οὐδ᾿ οὕτως ἐπείσθητε μὴ εἰδωλολατρεῖν, ἀλλ᾿ ἐπὶ Ἡλίου ὀνομάζων τὸν ἀριθμὸν τῶν μὴ καμψάντων γόνυ τῇ Βάαλ, ἑπτακισχιλίους τὸν ἀριθμὸν ὄντας εἶπε [cf. Rom. ,XI, 4, et III R. ,XIX, 18], καὶ ἐν τῷ Ἡσαίᾳ καὶ τὰ τέκνα ὑμῶν θυσίαν πεποιηκέναι τοῖς εἰδώλοις ἐλέγχει ὑμᾶς [cf. IS. ,LVII, 4-5]. Ἡμεῖς δὲ, ὑπὲρ τοῦ μὴ θυσιάζειν οἶς πάλαι ἐθύομεν, ὑπομένομεν τὰς ἐσχάτας τιμωρίας, καὶ θανατούμενοι χαίρομεν, πιστεύοντες ὅτι ἀναστήσει ἡμᾶς ὁ θεὸς διὰ τοῦ Χριστοῦ αὐτοῦ καὶ ἀφθάρτους καὶ ἀπαθεῖς καὶ ἀθανάτους ποιήσει· καὶ οὐδὲν συμβάλλεσθαι πρὸς δικαιοπραξίαν καὶ εὐσέβειαν τὰ διὰ τὴν σκληροκαρδίαν τοῦ λαοῦ ὑμῶν δια[fol. 96]ταχθέντα γινώσκομεν.