Ancient Greek
Chapter 49
Justin Martyr, Dialogus cum Tryphone 49.6
Not analysed yet
Καὶ ὁ Τρύφων· Καὶ τοῦτο παράδοξον λέγειν μοι δοκεῖς, ὅτι τὸ ἐν Ἡλίᾳ τοῦ θεοῦ γενόμενον προφητικὸν πνεῦμα καὶ ἐν Ἰωάννῃ γέγονε. Κἀγὼ πρὸς ταῦτα· Οὐ δοκεῖ σοι ἐπὶ Ἰησοῦν, τὸν τοῦ Ναυῆ, τὸν διαδεξάμενον τὴν λαοηγησίαν μετὰ Μωσέα. τὸ αὐτὸ γεγονέναι, ὅτε ἐρρέθη τῷ Μωσεῖ ἐπιθεῖναι τῷ Ἰησοῦ τὰς χεῖρας [cf. Nomb. ,XXVII, 18, et Deut. ,XXXIV, 9], εἰπόντος αὐτοῦ τοῦ θεοῦ· Κἀγὼ μεταθήσω ἀπὸ τοῦ πνεύματος τοῦ ἐν σοὶ ἐπ᾿ αὐτόν [cf. Nomb. ,XI, 17];